Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.131 Joseph. AJ 17.136 (English) >>Joseph. AJ 17.141

17.134ἁλίσκεται δὲ ὑπὸ τὰς αὐτὰς ἡμέρας καὶ ἐπιστολὴ ὑπὸ Ἀντιφίλου πρὸς Ἀντίπατρον γεγραμμένη, ἐν Αἰγύπτῳ δὲ αὐτὸς διέτριβεν, καὶ λυθεῖσα ὑπὸ τοῦ βασιλέως τάδε ἐδήλου· “ἔπεμψά σοι τὴν παρʼ Ἀκμῆς ἐπιστολὴν μὴ φεισάμενος τῆς ἐμῆς ψυχῆς· οἶσθα γὰρ, ὅτι αὖθις κινδυνεύω ὑπὸ δύο οἰκιῶν, εἰ γνωσθείην. 17.135σὺ δʼ εὐτυχοίης περὶ τὸ πρᾶγμα.” καὶ μὲν ἐπιστολὴ τάδε ἐδήλου. ἐζήτει δὲ βασιλεὺς καὶ τὴν ἑτέραν ἐπιστολήν, οὐ μὴν φανερά γε ἦν, καὶ τοῦ Ἀντιφίλου δοῦλος ὃς τὴν ἀναγνωσθεῖσαν ἔφερεν ἠρνεῖτο ἑτέραν παραλαβεῖν. 17.136ἀπορίας οὖν ἐχούσης τὸν βασιλέα τῶν φίλων τις τῶν τοῦ Ἡρώδου θεώμενος ὑπερραμμένον τοῦ δούλου τὸν ἐντὸς χιτῶνα, ἐνεδεδύκει γὰρ δύο, εἴκασεν ἐντὸς τῆς ἐπιπτυχῆς κρύπτεσθαι τὰ γράμματα· καὶ ἦν δὲ οὕτως. 17.137λαμβάνουσιν οὖν τὴν ἐπιστολὴν ἐγγεγραμμένα τε ἦν ἐν αὐτῇ τάδε· “Ἀκμὴ Ἀντιπάτρῳ. ἔγραψα τῷ πατρί σου οἵαν ἤθελες ἐπιστολὴν καὶ ἀντίγραφον ποιήσασα τῇ πρὸς τὴν ἐμὴν κυρίαν ὡς παρὰ Σαλώμης ἔγραψα, ἣν ἀναγνοὺς οἶδʼ ὅτι τιμωρήσεται Σαλώμην ὡς ἐπίβουλον.” 17.138ἦν δὲ παρὰ τῆς Σαλώμης δοκοῦσα εἶναι πρὸς τὴν δέσποιναν αὐτῆς ὑπʼ Ἀντιπάτρου ἐπʼ ὀνόματι τῷ Σαλώμης ὅσα γοῦν διάνοια θέλοι ὑπηγορευμένη, λέξει δὲ συνέκειτο αὐτῆς.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.131 Joseph. AJ 17.136 (English) >>Joseph. AJ 17.141

Powered by PhiloLogic